Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.235 | Joseph. BJ 7.243 (English) | >>Joseph. BJ 7.250 |
7.240κελεύει δὴ καθʼ ὁδὸν ἔτʼ ὄντος αὐτοῦ τῶν δεσμῶν ἀφαιρεθῆναι καὶ παρέντα τὴν εἰς τὴν Ῥώμην ἄφιξιν τὸ νῦν ἐν Λακεδαίμονι διάγειν , δίδωσί τε μεγάλας αὐτῷ προσόδους χρημάτων , ὅπως μὴ μόνον ἄφθονον ἀλλὰ καὶ βασιλικὴν ἔχοι τὴν δίαιταν .
7.241ταῦτα τοῖς περὶ τὸν Ἐπιφανῆ πυθομένοις , πρότερον σφόδρα περὶ τοῦ πατρὸς δεδιόσιν ἀνείθησαν αἱ ψυχαὶ μεγάλης καὶ δυσδιαθέτου φροντίδος .
7.242ἐλπὶς δὲ καὶ αὐτοῖς τῶν παρὰ Καίσαρος διαλλαγῶν ἐγένετο Βολογέσου περὶ αὐτῶν ἐπιστείλαντος · οὐδὲ γὰρ εὐδαιμονοῦντες ὑπέμενον ἔξω τῆς Ῥωμαίων ζῆν ἡγεμονίας .
7.243δόντος δὲ Καίσαρος ἡμέρως αὐτοῖς τὴν ἄδειαν εἰς Ῥώμην παρεγένοντο , τοῦ τε πατρὸς ὡς αὐτοὺς ἐκ τῆς Λακεδαίμονος εὐθὺς ἐλθόντος πάσης ἀξιούμενοι τιμῆς κατέμενον ἐνταῦθα .
-- -- κατὰ τούτους δὲ τοὺς χρόνους διανοηθέντες εἰς τὴν Μηδίαν καὶ προσωτέρω ταύτης ἔτι καθʼ ἁρπαγὴν ἐμβαλεῖν τῷ βασιλεῖ τῶν Ὑρκανῶν διαλέγονται · τῆς παρόδου γὰρ οὗτος δεσπότης ἐστίν , ἣν ὁ βασιλεὺς Ἀλέξανδρος πύλαις σιδηραῖς κλειστὴν ἐποίησε .
7.246κἀκείνου τὴν εἴσοδον αὐτοῖς παρασχόντος ἀθρόοι καὶ μηδὲν προϋποπτεύσασι τοῖς Μήδοις ἐπιπεσόντες χώραν πολυάνθρωπον καὶ παντοίων ἀνάμεστον βοσκημάτων διήρπαζον μηδενὸς αὐτοῖς τολμῶντος ἀνθίστασθαι .
7.244
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.235 | Joseph. BJ 7.243 (English) | >>Joseph. BJ 7.250 |